# Fragmenta 60

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/60

Ἡ ἱστορία παρὰ Φερεκύδῃ. «Ἔθυε, φησὶν, ὁ Πελίας τῷ Ποσειδῶνι, καὶ προεῖπε πᾶσι παρεῖναι. Οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται, καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ Ἀναύρου ποταμοῦ. Ἀσάνδαλος δὲ διέβαινε τὸν ποταμόν· διαβὰς δὲ, τὸν μὲν δεξιὸν ὑποδεῖται πόδα· τὸν δὲ ἀριστερὸν, ἐπιλήθεται. Καὶ ἔρχεται οὕτως ἐπὶ δεῖπνον. Ἰδὼν δὲ ὁ Πελίας, συμβάλλει τὸ μαντήϊον. Καὶ τότε μὲν ἡσύχασε. Τῇ δ ̓ ὑστεραίᾳ μεταπεμψάμενος ἤρετο ὅ τι ποιοίη, εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολιτῶν ἀποθανεῖν. Ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν, ἐπὶ τὸ κῶας τὸ χρυσόμαλλον, ἄξοντα ἂν ἀπὸ Αἰήτεω. Ταῦτα δὲ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πελία κακόν.» Ὅτι δὲ ἐκ τοῦ Ἀναύρου ποταμοῦ μόγις τὸ πέδιλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (l, 10.).

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
