# Fragmenta 63

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/63

Φιλωνὶς ἡ Δηϊόνος θυγάτηρ, οἰκοῦσα τὸν Παρνασσὸν, ἐν αὐτῷ παρελέχθη καὶ Ἀπόλλωνι. Εἶχε γὰρ τὸ κάλλος ἐράσμιον ἐπὶ τοσοῦτον, ὥστε καὶ τοὺς θεοὺς ζηλοτυποῦντας κατὰ τὸ αὐτῇ (Buttmann. αὐτὸ) θελῆσαι μίσγεσθαι. Εἶτα ἐκ μὲν τοῦ Ἀπόλλωνος γίνεται Φιλάμμων ἀνὴρ σοφιστὴς, ὃς καὶ πρῶτος ἐδόκει χοροὺς συστήσασθαι παρθένων, ἐκ τοῦ Ἑρμοῦ Αὐτόλυκος, ὃς οἰκῶν τὸν Παρνασσὸν πλεῖστα κλέπτων ἐθησαύριζεν. Εἶχε γὰρ ταύτην τὴν τέχνην παρὰ τοῦ πατρὸς, ὥστε τοὺς ἀνθρώπους, ὅτε κλέπτοι τι, λανθάνειν, καὶ τὰ θρέμματα τῆς λείας ἀλλοιοῦν εἰς ὃ θέλοι μορφῆς, ὥστε πλείστης αὐτὸν δεσπότην γενέσθαι λείας. Ἡ δὲ ἱστορίας παρὰ Φερεκύδῃ.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
