# Fragmenta 92-96

Pherecydes, Fragmenta, 92 to 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/92

Εὐρύμας, Ὠλένιος τὸ γένος, διάβολος δέ· ὅθεν ἀνῃρέθη ὑπὸ Πολυδεύκους. Κεῖται ἡ ἱστορία παρὰ Φερεκύδῃ. Ἐξ Εὐρυσθανάσσης (rectius Εὐρυανάσσης) τῆς Ξάνθου, ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης, ὁ Τάνταλος ἐγέννησε τὸν Πέλοπα. Ἐρασθεῖσα ἡ Ἱπποδάμεια Πέλοπος, ἔπεισε Μυρτίλον, τὸν Ἑρμοῦ μὲν παῖδα, ἁρματοπηγὸν δὲ καὶ ἡνίοχον Οἰνομάου, ἐμβαλόντα κήρινον ἔμβολον ἐπὶ τοῦ ἀκραξονίου, ἢ οὐδ ̓ ὅλως ἐμβαλόντα τὸν ἔμβολον, ὡς Φερεκύδης ἱστορεῖ. Οὗ γενομένου Οἰνόμαός τε ἐκκυλισθεὶς τοῦ τροχοῦ ἀπέθανε, καὶ Ἱπποδάμειαν Πέλοψ ἔλαβεν. Pro ἐμβαλόντα κήρινον ... τὸν ἔμβολον, codex Paris. habet: ὥστε κατατροχίσαι Οἰνόμαον ἐμβαλόντα τὸν ἔμβολον. Φησὶ Φερεκύδης, ὅτι Πέλοψ νικήσας τὸν ἀγῶνα, καὶ λαβὼν τὴν Ἱπποδάμειαν, ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἵππν καὶ τοῦ Μυρτίλου. Καθ ̓ ὁδὸν δὲ καταλαβὼν αὐτὸν προϊόντα πρὸς τὸ φιλῆσαι ἀυτὴν, ἔῤῥιψεν εἰς θάλασσαν. Φερεκύδης οὐ καθ ̓ Ἑρμοῦ μῆνιν φησὶ τὴν ἄρνα ὑποβληθῆναι. Φερεκύδης ἱστορεῖ οὕτως· Ἀργεῖος δὲ ὁ Πέλοπος ἔρχεται παρ ̓ Ἀμύκλαν εἰς Ἀμύκλας, καὶ γαμεῖ Ἀμύκλα θυγατέρα Ἡγησάνδραν. Φερεκύδης φησὶν, ὅτι Ἄνιος ἔπεισε τοὺς Ἕλληνας παραγενομένους πρὸς αὐτὸν, αὐτοῦ μένειν τὰ ἐννέα ἔτη, δεδόσθαι δὲ αὐτοῖς παρὰ τῶν θεῶν τῷ δεκάτῳ ἔτει ναυστολῆσαι ἐπὶ τὴν Ἴλιον, καὶ πορθῆσαι αὐτήν. Χρησμὸς γὰρ τοῖς Ἕλλησιν ἐδόθη, Τροίας κρατῆσαι τῷ δεκάτῳ χρόνῳ. Ὑπέσχετο δὲ αὐτοῖς καὶ ὑπὸ τῶν θυγατέρων αὐτοῦ τρέφεσθαι. Φερεκύδης δέ φησιν, ὅτι Ἴνιος (leg. Ἄνιος) ἔπεισε τοὺς Ἕλληνας παραγενομένους εἰς αὐτὸν, αὐτοῦ μένειν τὰ ἐννέα ἔτη, δεδόσθαι δὲ αὐτοῖς παρὰ τῶν θεῶν τῷ δεκάτῳ ἔτει πορθῆσαι τὴν Ἴλιον. Φερεκύδης φησὶν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα, καὶ ἐρωτῆσαι πόσους ἔχει χοίρους· τὸν δ ̓ (Mopsum) εἰπεῖν, ὅτι τρεῖς, ὧν ἕνα θῆλυν· ἀληθεύσαντος δ ̓ ἀποθανεῖν ὑπὸ λύπης. Φερεκύδης Λαοδάμειαν λέγων αὐτὴν, τὸν ταύτης φησὶ παῖδα ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου, νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα, εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
