# Fragmenta 97-100

Pherecydes, Fragmenta, 97 to 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/97

Ἀσκληπιάδης ἱστορεῖ, ὑπὸ ὄφεως αὐτὸν (Orestem) δηχθέντα ἐν Παῤῥασίῳ τελευτῆσαι. Ὁ δὲ Φερεκύδης, ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν. Ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ. Αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ ̓ αὐτὸν, θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις. Ἐξοὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται, ἀπὸ Ὀρέστου. Φερεκύδης φησὶ, περὶ παίδων χρησμὸν αἰτοῦντα τὸν Νεοπτόλεμον ἀναιρεθῆναι· ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενελάου, καὶ ἔρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης. Καὶ ὁρῶν κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, ἑαυτὸν δὲ κτείνει μαχαίρᾳ. Ὁ δὲ τούτων ἱερεὺς κατορύσσει αὐτὸν ὑπὸ τὸν οὐδὸν τοῦ νεῷ. Πρίαμος ὁ Λαομέδοντος καὶ Λευκίππης υἱὸς, κατὰ Φερεκύδη τὸν Σύρον ἱστορικὸν, γήμας Ἑκάβην τὴν Δύμαντος, τοῦ Ἠϊονέως, πολλοὺς μὲν υἱοὺς, πολλὰς δὲ θυγατέρας ἐσχήσκε(??). Οἱ μὲν, τὸ Δῖος φασὶν κύριον· οἱ δὲ, τὸ ἀγαυός. Νικᾷ δὲ εἶναι Δίου ἐπίθετον τὸ ἀγαυός. Ἦν δὲ, φασὶν, ὡς ἱστορεῖ Φερεκύδης, νόθος Πριάμου υἱὸς ὁ Δῖος.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
