# Fragmenta 102-105

Philemon, Fragmenta, 102 to 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philemon-comic/fragmenta-4/102
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philemon-comic/fragmenta-4/102

πρόσεστι δὲ τῷ πένητι ἀπιστία· κἂν σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι συμφέρον, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος. ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν ἀσφαλές. ἤκουσα τούτων αὐτός, οὐδὲ φύεται αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν τε καὶ ἑτέρων ἀκούειν καὶ θεωρῆσαι... κατὰ μικρὸν ἀεί, φασί, φύονται φρένες. τί ξῆν ὄφελος ᾧ μή ‘στι τὸ ξῆν εἰδέναι; B. ἀλλ’ οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν σκοπῇς, ὃς οὐχὶ δοῦλός ἐστι τοῦ πεπωκέναι· ὅσα μ’ οὗτος ἠνάγκαζεν, ἐποίουν ταῦτ’ ἐγώ. ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν. δικαιότατον κτῆμ’ ἐστὶν ἀνθρώποις ἀγρός· ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει, πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι· τὰ δ’ ἀργυρώματ’ ἐστὶν ἥ τε πορφύρα εἰς τοὺς τραγῳδοὺς εὔθετ’, οὐκ εἰς τὸν βίον.

---

Philemon Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002723.
