# Fragmenta 127-136

Philemon, Fragmenta, 127 to 136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philemon-comic/fragmenta-4/127
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philemon-comic/fragmenta-4/127

ἐὰν γέρων γένηται πλούσιος γενώς, καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον, ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων. ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον, μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. καλὸν τὸ θνήσκειν ἔστιν ἐπὶ τούτῳ λέγειν. ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται· θνῄσκει δ’ ὁ θνῄσκων κατ’ ἰδίαν εἱμαρμένην. εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην. ὁ φθόνος ἐν αὐτῷ τοῦθ’ ἓν ἐπιεικῶς ποιεῖ· τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων λυμαίνεται μάλιστα διὰ παντὸς συνόν. ἀγαθῆς γυναικός ἐσιν, ὦ Νικοστράτη, μὴ κρεῖττον’ εἶναι τἀνδρός, ἀλλ’ ὑπήκοον· γυνὴ δὲ νίκασ’ ἄνδρα κακόν ἐστιν μέγα. Stobaeus Floril. 74, 20 Φιλήμονος A. 1 ἀγαθῆς δὲ B. 3 νεικῶσ’ A. οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα, ἄνθρωπος ἂν ἄνθρωπος· ἄλλως οὖν βοᾷς. τὸν ζῶντ’ ἀνάγκη πόλλ’ ἔχειν ἐστὶν κακά. οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς, τοὺς αὐτὸς αὑτοῦ βούλεθ’ ὑγιαίνειν φίλους, οὔτε στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ. ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν ἐπὶ τοῖς παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ. τοῦτό με τὸ τηροῦν ἐστι κἄνθρωπον ποιοῦν. οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία τοῦτ’ ἔσθ’ ὃ ποιεῖς νῦν γάρ, ἀλλ’ ἀνανδρία, τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον. οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη Θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίνεται ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη. Clemens Alex. Strom. 5, 14, 128 καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν ἐκκόπτει διὰ τούτων κτλ. Euseb. P. E. 13, 402. Theodoret. Aff. gr. cur. p. 87, 45.

---

Philemon Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002723.
