# Fragmenta 212-231

Philemon, Fragmenta, 212 to 231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philemon-comic/fragmenta-4/212
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philemon-comic/fragmenta-4/212

Photius ὀκτώπηχυς καὶ ὀκτώπους· Φιλήμων. ὀκτώπαν ποταμόν· Αἰσχύλος διαπέπλευνε Νεανίσκοις. ὀκτώπας· ἤτοι ὁ σκορπίος. ὀκτώπους· ἢ ὁ μακρὸς ὀκτὼ ποδῶν. G. Hermannus Opusc. V 27 ὀκτώπηχυς καὶ ὀκτώπους. Αἰσχύλος Νεανίσκοις. Φιλήμων ὀκτάπουν· ‘ποταμὸν διαπέπλευνεν ὀκτάπους‘· ἤτοι ὁ σκορπίος ὁ ὀκτώπους, ἢ ὁ μακρὸς ὀκτὼ ποδῶν. ὦ Κλέων, παῦσαι φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν, ἀνεπικούρητον σεαυτοῦ τὸν βίον λήσεις ποιῶν. οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται φερόμενος, οὔποτ’ ἂν σώσειεν αὐτόν, οὔτ’ ἀνὴρ πένης γεγὼς μὴ οὐ τέχνην μαθὼν δύναιτ’ ἂν ἀσφαλῶς ζῆν τὸν βίον. κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης, ἐβάλετ’ ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα· Pseudo-Plutarchus V 617 Wytt. ed. mai. τῶν εὐγενῶν οἰκεῖον, ὁ Φιλήμων λέγει, πρὸς τὸν πόλεμον καὶ θάνατον ὁρούειν, ὡς ἱερεῖα. cf. 155. Athenaeus 13, 594d Φιλήμονος ἑταίρας ἐρασθέντος, καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψε Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς. Schol. Soph. Oed. Col. 42 Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς σεμνὰς θεὰς τῶν Εὐμενίδων. eadem Suidas. Steph. Byz. Κραστός. ἔχει δὲ ἡ πόλις εὐπρεπεστάτας γυναῖκας, ὡς Φιλήμων. Io. Alex. De acc. p. 25, 4 συνεκλείπει τῇ εὐθείᾳ ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρ' Εὐριπίδῃ εὕρηται τὸ σαυτό... καὶ παρὰ Φιλήμονι τὸ σαυτό. ἀλλ' οὐδὲ γεννήτην δύναμ' εὑρεῖν οὐδένα ὄντων τοσούτων, ἀλλ' ἀπείλημμαι μόνος. ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν ἢ ξῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον. ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταξ’ ἀεί. πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν, τὰ δ’ ἔργ’ ἔχουσι φαῦλα κοὐ φρονοῦσιν εὖ. ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται; ἐκ τοῦ παθεῖν γίνωσκε καὶ τὸ συμπαθεῖν· καὶ σοὶ γὰρ ἄλλος συμπαθήσεται παθών. τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς, ἥτις τόκους δίδωσιν οὐ λυπουμένη. μαθημάτων φρόντιζε μᾶλλον χρημάτων· τὰ γὰρ μαθήματ’ εὐπορεῖ τὰ χρήματα.

---

Philemon Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002723.
