# Fragmenta 64-71

Philemon, Fragmenta, 64 to 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philemon-comic/fragmenta-4/64
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philemon-comic/fragmenta-4/64

ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. B. καὶ μάλα· τρί' ἡμιωβόλι' ἐστί· χαλκοῦ θερμὸν ἦν. Pollux 9, 67 ὅτι δὲ οἱ τέτταρες χαλκοῖ ἡμιωβόλιόν εἰσιν, ἐν τῷ αὐτῷ δράματι Φιλήμονος ἔστιν κτλ. et 9, 70 τουτὶ μέντοι τὸ τὸ τὴς Ἀμαλθείας δοκεῖς εἶναι κέρας οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός; ἀργύριόν ἐστι· τοῦτ’ ἐὰν ἔχῃς, λέγε πρὸς τοῦτ’ εἰ βούλει, πάντα σοι γενήσεται, φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι. νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω — Stephanus Byz. Ἀθῆναι· λέγεται (Ἀθηναία) καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερνγίῳ (πτερνγίων R) κτλ. v. 2, 3 Suidas Ἀθηναία· Φιλήμων ἐν Πτέρνγι. 2 Ναυσιστράτας] Λυσιστράτας Suid. 3 Ἀθηναίας, ut Pherecr. 34. — deest apodosis. Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, ὦ πότνι’, ἀμφιφῶντα καὶ σπονδήσιμα. Athenaeus 14, 645 a ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἑκεῖ. — εἰ πάντες ἀποθανούμεθ’ οἷς μὴ γίνεται ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα. Stobaeus Floril. 108, 8 Φιλήμονος Πτωχῆς ἢ Ῥοδίας A (ῥωδίας). σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον Pollux 10, 145 εἰ δὲ τοῦτο ἀμφίβολον (σπάθη idemne sit ac ξίφος), Φιλήμων ἐν Ῥοδίαις (Ῥοδίᾳ Mein.) σαφέστερον αὐτὸ ποιεῖ λέγων κτλ. cf. chrysendeta apud Martialem. οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα, περὶ τοῦτό τ’ αὐτοῖς πολὺς ἀναλοῦται χρόνος, τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν φασι, καὶ λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν. ἐν ἀγρῷ διατρίβων τήν τε γῆν σκάπτων ἐγὼ νῦν εὗρον· εἰρήνη ὁτίν· ὦ Ζεῦ φίλτατε, τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ. γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους,

---

Philemon Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002723.
