# Fragmenta 93-99

Philemon, Fragmenta, 93 to 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philemon-comic/fragmenta-4/93
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philemon-comic/fragmenta-4/93

ὦ τρισμακάρια πάντα καὶ τρισόλβια τὰ θηρί’, οἷς οὐκ ἔστι περὶ τούτων λόγος· οὔτ’ εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται, οὔτ’ ἄλλο τοιοῦτ’ οὐδέν ἐστ’ αὐτοῖς κακὸν ἐπακτόν, ἢν δ’ ἂν εἰσενέγκηται φύσιν ἕκαστον, εὐθὺς καὶ νόμον ταύτην ἔχει. ἡμεῖς δ’ ἀβίωτον ζῶμεν ἄνθρωποι βίον· δουλεύομεν δόξαισιν, εὑρόντες νόμους, προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστ’ ἀποτυχεῖν κακοῦ, πρόφασιν δ’ ἀεί τιν’ ἐξευρίσκομεν. ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ’ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ’ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ’ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων, ἔχειν δυνάμενος καὶ κρατεῖν ἀξημίως· οὐδ’ ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον, ἀλλ’ ὅστις ἄδολον γνησίαν τ’ ἔχων φύσιν εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει. κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ [ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος. ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματος ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους. ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει, δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία]. ἡ δ’ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο. ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων· τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με, σιτάρια μικρὰ προσφέρων οἶνον θ’ ὅσον ὀσμήν, λαχάνου τ’ ἀεί τι καὶ νὴ τὸν Δία τὰ πετραῖα ταῦτ’ ὀψάρια, κάππαριν, θύμον, ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ λίαν ἀπισχναίνων με ποιήσῃ νεκρόν. ἂν οἷς ἔχομεν τούτοισι μηδὲ χρώμεθα, ἃ δ’ οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην, ὧν δὲ δι’ ἑαυτοὺς ἐσόμεθ’ ἐστερημένοι· [εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν ὁμοιοῖσι τῶν καλῶν πειράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.]

---

Philemon Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002723.
