# Fragmentum 215

Philiscus, Fragmentum, Fragment 215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philiscus-comic/fragmentum/215

(ῬΕΑ) ‘τί οὖν ἐμοὶ τ̣ῶ̣ν̣ σ̣[ῶν μέ]λει;’ φαίη τις ἂν
ὑμῶν. ἐγὼ δ' ἐρῶ [τ]ὸ Σοφοκλέους ἔπος·
Χ ’πέπονθα δεινά.’ πάντα μοι γέρων Κρ[όνος
Χ τὰ παιδί' ἐκπίνει τε καὶ κατεσθίει,
ἐμοὶ δὲ τούτων προσδίδωσιν οὐδὲ ἕν,
ἀλλ' αὐτὸς ἔρδει χειρὶ καὶ Μεγαράδ' ἄγων
ὅ τι ἂν τέκω 'γὼ τοῦτο πωλῶν ἐσθίει.
δέδοικε γὰρ τὸν χρησμὸν ὥσπερ κυν[
ἔχρησε γὰρ Κρόνωι ποθ' Ἁπόλλων δραχ[μήν,
κἆιτ' οὐκ ἀπέλαβε. ταῦτα δὴ θυμὸν πνέ[ων
ἑτέραν ἔχρησε[ν οὐκέτι] δρα[χ]μῶ[ν ἀ]ξ[ίαν,
οὐ σκευάρια, μὰ τὸν Δί', οὐδὲ χρήματα,
ἐκ τῆς βασιλείας δ' ἐκπεσεῖν ὑπὸ π[αιδίου.
τοῦ]τ' οὖν δεδοικὼς πάντα καταπί[νει τέκνα. — — — — — — — — — — — — — — —

---

Philiscus Comic., Fragmentum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0491.tlg003.local001/.
