# Fragmenta 46

Philistus, Fragmenta, Dfhg-Source dfhg1_PHILISTUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philistus/fragmenta/46

Μετὰ τοὺς ἀποθανόντας ἐν Κορίνθῳ, στήλην ἐπὶ τοῖσδε ἑστάναι τὴν αὐτὴν σημαίνει τὰ ἐλεγεῖα, τοῖς μὲν ἐν Εὐβοίᾳτε καὶ Χίῳ τελευτήσασι· τοὺς ἐπὶ τοῖς ἐσχάτοις τῆς Ἀσιανῆς ἠπείρου διαφθαρῆναι δηλοῖ, τοὺς δὲ ἐν Στκελίᾳ. Γεγραμμένοι δέ εἰσιν οἵ τε στρατηγοὶ πλὴν Νικίου, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ἀστοῖς Πλαταιεῖς. Νικίας δὲ ἐπὶ τῷδε παρείθη· γράφω δὲ οὐδὲν διάφορα ἢ Φίλιστος, ὃς ἔφη Δημοσθένην μὲν σπονδὰς ποιήσασθαι τοῖς ἄλλοις, πλὴν αὐτοῦ, καὶ ὡς ἡλίσκετο, αὁτὸν ἐπιχειρεῖν ἀποκτεῖναι, Νικίᾳ δὲ τὴν παράδοσιν ἐθελοντῇ γενέσθαι. Τούτων εἵωεκα οὐκ ἐνεγράφη Νιχίας τῇ στήλῃ, σατ(??)γνωσθεὶς αἰχμάλωτος ἐθελοντὴς εἰναι καὶ οὐκ ἀνὴρ πολέμῳ πρέπων.

---

PHILISTUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1591.tlg003.local002/.
