# De Abrahamo 27

Philo Judaeus, De Abrahamo, Section 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-abrahamo/27

Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ δὲ Ἑλλήνων „ἀνάπαυσις“ ἢ „δίκαιος“, οἰκειόταται προσρήσεις σοφῷ· ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις, ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι, ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ καλοκἀγαθίαν τετιμηκότες.

---

Philo Judaeus, De Abrahamo, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg020.local001/.
