# De Abrahamo 46

Philo Judaeus, De Abrahamo, Section 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-abrahamo/46

τοσούτων δὴ καὶ τηλικούτων ἐπιρραξάντων κακῶν, ἅπερ ἐκεῖνος ὁ καιρὸς ὤμβρησε — πάντα γὰρ τὰ τοῦ κόσμου μέρη, δίχα τῶν κατὰ τὸν οὐρανόν, ἐκινήθη παρὰ φύσιν, ὡς ἂν βαρεῖαν καὶ θανατώδη νόσον νοσήσαντα —, μόνος δὲ εἷς οἶκος ὁ τοῦ λεχθέντος ἀνδρὸς δικαίου καὶ θεοφιλοῦς διασῴζεται δύο λαβόντος τὰς ἀνωτάτω δωρεάς, μίαν μέν, ἣν εἶπον, τὸ μὴ πᾶσι τούτοις συναπολέσθαι, ἑτέραν δὲ τὸ πάλιν ἀρχηγέτην αὐτὸν ὑπάρξαι νέας ἀνθρώπων σπορᾶς· ἠξίωσε γὰρ αὐτὸν ὁ θεὸς καὶ τέλος τοῦ γένους ἡμῶν καὶ ἀρχὴν γενέσθαι, τέλος μὲν τῶν πρὸ τοῦ κατακλυσμοῦ, τῶν δὲ μετὰ τὸν κατακλυσμὸν ἀρχήν.

---

Philo Judaeus, De Abrahamo, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg020.local001/.
