# De Cherubim 22

Philo Judaeus, De Cherubim, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/22

ἡ μὲν οὖν ἐξωτάτω, τῶν λεγομένων ἀπλανῶν, μία, ἣ καὶ τὴν αὐτὴν ἀπὸ τῶν ἑῴων ἐπὶ τὰ ἑσπέρια εἱλεῖται περίοδον, αἱ δ’ ἐντὸς ἑπτά, τῶν πλανήτων, ἐθελούσιόν τε καὶ βεβιασμένην, ὑπεναντίους ἅμα καὶ διττὰς ἴσχουσαι κινήσεις· καὶ ἔστιν αὐταῖς ἡ μὲν ἀκούσιος ὁμοία τῇ τῶν ἀπλανῶν, φαίνονται γὰρ καθ’ ἑκάστην ἡμέραν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν ἰοῦσαι, ἡ δὲ οἰκεία ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὰ ἑῷα, καθ’ ἣν συμβέβηκε τὰς περιόδους τῶν ἑπτὰ ἀστέρων καὶ μήκη χρόνων προσειληφέναι, τὰς μὲν ἰσοδρόμους ἴσα, ἡλίου καὶ ἑωσφόρου καὶ στίλβοντος ἐπίκλησιν — τρεῖς γὰρ τῶν πλανήτων ἰσοταχεῖς οὗτοι —, τὰς δὲ ἀνισοδρόμους ἄνισα μέν, ἀναλογίαν δ’ ἔχοντα πρός τε ἀλλήλας καὶ τὰς τρεῖς ἐκείνας.

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
