# De Cherubim 25

Philo Judaeus, De Cherubim, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/25

τὸ δ’ ἄνευ θεοῦ ψεκτόν. τὰ μὲν δὴ Χερουβὶμ καθ’ ἕνα τρόπον οὕτως ἀλληγορεῖται· ῥομφαίαν δὲ φλογίνην καὶ στρεφομένην τὴν κίνησιν αὐτῶν καὶ τοῦ παντὸς οὐρανοῦ τὴν ἀίδιον φορὰν ὑποτοπητέον λέγεσθαι. μήποτε δὲ καθ’ ἑτέραν ἐκδοχὴν τὰ μὲν Χερουβὶμ δηλοῖ τῶν ἡμισφαιρίων ἑκάτερον· καὶ γὰρ ἀντιπρόσωπά φησιν εἶναι νεύοντα πρὸς τὸ ἱλαστήριον πτεροῖς (Exod. 25, 19), ἐπειδὴ καὶ ταῦτα ἀντικρὺ μέν ἐστιν ἀλλήλων, νένευκε δὲ ἐπὶ γῆν τὸ μέσον τοῦ παντός, ᾧ καὶ διακρίνεται·

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
