# De Cherubim 32

Philo Judaeus, De Cherubim, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/32

τὸν δέ γε Βαλαὰμ μάταιον λαὸν ὄντα ἐξωπλισμένον εἰσάγει Μωυσῆς ἀστράτευτον καὶ λιποτάκτην, εἰδὼς πόλεμον ὃν ἁρμόττει ψυχῇ περὶ ἐπιστήμης ποιεῖσθαι· λέγει γὰρ ὄνῳ, τῇ ἀλόγῳ προαιρέσει τοῦ βίου, ᾗ πᾶς ἄφρων ἐπιβέβηκεν, ὅτι „εἰ μάχαιραν εἶχον, ἤδη ἂν ἐξεκέντησά σε“ (Num. 22,29 )· καὶ μεγίστη χάρις τῷ τεχνίτῃ, ὅτι τὴν ἀφροσύνης λύτταν εἰδὼς οὐκ ἐνέδωκεν αὐτῇ, καθάπερ ξίφος μεμηνότι, δύναμιν λόγων, ἵνα μὴ πολλὴν καὶ ἄδικον ἅπασι τοῖς ἐντυγχάνουσιν ἐνεργάσηται φθοράν.

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
