# De Cherubim 36

Philo Judaeus, De Cherubim, Section 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/36

οὐχ ὁρᾷς; τί οὖν νῦν ἡμᾶς αἰτιᾷ πρότερον, ὅτε εὐώδει σοι τὰ πράγματα, οὐχὶ μεμψάμενος; μένομεν γὰρ αἱ αὐταὶ μηδὲ τῆς ἑαυτῶν φύσεως μεταβάλλουσαι τὸ παράπαν στιγμήν· σὺ δὲ κριτηρίοις χρώμενος οὐχ ὑγιέσιν ἀλόγως σφαδᾴζεις· εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθες, ὅτι οὐχ ἅττ’ ἂν ἐπιτηδεύῃς ἀγαθῶν μετουσίας ἢ κακῶν ἐστιν αἴτια, ἀλλ’ ὁ δίοπος καὶ κυβερνήτης τοῦ παντὸς λόγος θεῖος, ῥᾷον ἂν ἔφερες τὰ συμπίπτοντα παυσάμενος τοῦ συκοφαντεῖν καὶ ἐπιγράφειν ἡμῖν ἃ μὴ δυνάμεθα.

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
