# De Cherubim 41

Philo Judaeus, De Cherubim, Section 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/41

ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται· καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες, ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος, Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον.

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
