# De Cherubim 57

Philo Judaeus, De Cherubim, Section 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/57

ὅταν ὁ ἐν ἡμῖν νοῦς — κεκλήσθω δὲ Ἀδάμ — ἐντυχὼν αἰσθήσει, παρ’ ἣν ζῆν δοκεῖ τὰ ἔμψυχα — καλεῖται δὲ Εὔα —, [συνουσίας ἴσης ὀρεχθεὶς] πλησιάζῃ, ἡ δὲ συλλαμβάνῃ καθάπερ δικτύῳ καὶ θηρεύῃ φυσικῶς τὸ ἐκτὸς αἰσθητόν, διὰ μὲν ὀφθαλμῶν τὸ χρῶμα, διὰ δὲ ὤτων φωνήν, διὰ δὲ μυκτήρων ἀτμόν, χυλόν γε μὴν διὰ τῶν γεύσεως ὀργάνων, καὶ διὰ τῶν ἁφῆς ἅπαν σῶμα, συλλαβοῦσα ἐγκύμων τε γίνεται καὶ εὐθὺς ὠδίνει καὶ τίκτει κακῶν ψυχῆς τὸ μέγιστον, οἴησιν· ᾠήθη γὰρ αὑτοῦ πάντ’ εἶναι κτήματα, ὅσα εἶδεν, ὧν ἤκουσεν, ὧν ἐγεύσατο, ὧν ὠσφρήσατο, ὧν ἥψατο, καὶ πάντων ὑπέλαβεν εὑρετὴν καὶ

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
