# De Cherubim 58

Philo Judaeus, De Cherubim, Section 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/58

τεχνίτην ἑαυτόν. ἔπαθε δὲ τοῦτο οὐκ ἀλόγως· ἦν γάρ ποτε χρόνος, ὅτε νοῦς οὐ διελέγετο αἰσθήσει οὐδ’ εἶχεν αἴσθησιν, πάμπολυ διεστὼς τῶν συννόμων καὶ ἀγελαίων, ἐοικὼς τοῖς μονοτρόποις καὶ μονωτικοῖς ζῴοις· τότε δὴ καθ’ ἑαυτὸν ἐξεταζόμενος σώματος οὐκ ἐφήπτετο, ἀθροῦν οὐκ ἔχων ὄργανον περὶ ἑαυτόν, ᾧ θηρεύσει τὸ ἐκτός, ἀλλ’ ἦν τυφλὸς καὶ ἀδύνατος, οὐχ ὃν οἱ πολλοὶ λέγουσιν, ὅταν πηρωθέντα τὰς ὄψεις θεάσωνται· μίαν γὰρ οὗτος αἴσθησιν ἀφαιρεθεὶς τῶν ἄλλων ἄγει πολλὴν περιουσίαν·

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
