# De Cherubim 68

Philo Judaeus, De Cherubim, Section 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/68

τὰς θυγατέρας, εἰπέ μοι, — τέχναι δέ εἰσι καὶ ἐπιστῆμαι ψυχῆς — θυγατέρας σαυτοῦ λέγεις εἶναι; τίνα τρόπον; οὐ πρῶτον μὲν παρὰ τοῦ διδάξαντος αὐτὰς νοῦ παραλαβὼν ἔχεις; εἶτα καὶ πέφυκας ἀποβάλλειν, ὥσπερ ἄλλ’ ἄττα, καὶ ταύτας ἢ διὰ μέγεθος ἑτέρων φροντίδων ἐκλαθόμενος ἢ διὰ χαλεπὰς καὶ ἀνηκέστους ἀρρωστίας σώματος ἢ διὰ τὴν ὡρισμένην τοῖς πρεσβύταις ἀθεράπευτον νόσον γῆρας ἢ δι’ ἄλλα μυρία, ὧν ἀριθμὸν ἄπορον εὑρεῖν. τί δέ;

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
