# De Cherubim 84

Philo Judaeus, De Cherubim, Section 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/84

αὐτοῦ κτήματα. καὶ ὡς μεγαλοπρεπῶς ἅμα καὶ θεοπρεπῶς διεξέρχεται περὶ τούτων, κατανοήσωμεν τὸ „ὅλα μου, φησίν, ἐστίν“. ὅλα δ’ ἐστὶν ἅ φησι „δῶρα καὶ δόματα καὶ καρπώματα, ἃ διατηροῦντες προσοίσετε ἐν ταῖς ἐμαῖς ἑορταῖς ἐμοί“ (Num. 28, 2), πάνυ ἐκδήλως παριστὰς ὅτι τῶν ὄντων τὰ μὲν χάριτος μέσης ἠξίωται, ἣ καλεῖται δόσις, τὰ δὲ ἀμείνονος, ἧς ὄνομα οἰκεῖον δωρεά, τὰ δὲ τοιαῦτα γέγονεν, ὡς μὴ μόνον δύνασθαι καρποφορεῖν ἀρετάς, ἀλλὰ καὶ δι’ ὅλων ἤδη πεφυκέναι καρπὸς ἐδώδιμος, ᾧ μόνῳ ψυχὴ τοῦ φιλοθεάμονος τρέφεται.

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
