# De Cherubim 9

Philo Judaeus, De Cherubim, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-cherubim/9

καὶ ὁ σοφιστὴς αὐτῶν υἱὸς ἐπίκλησιν Ἰσμαήλ. ἐνδύσονται δὲ τὴν φυγὴν ἀίδιον, βεβαιοῦντος τοῦ θεοῦ τὴν ἔλασιν αὐτοῖς, ὅταν κελεύῃ τῷ σοφῷ ὑπακούειν τῶν λεγομένων ὑπὸ Σάρρας· λέγει δὲ ἄντικρυς „ἐκβαλεῖν τὴν παιδίσκην καὶ τὸν υἱόν“ (Gen. 21, 10). ἀρετῇ δὲ πείθεσθαι καλὸν καὶ μάλιστα τοιοῦτον εἰσηγουμένῃ δόγμα, ὅτι αἱ τελειόταται φύσεις τῶν μέσων ἕξεων πάμπολυ διεστᾶσι καὶ ὅτι σοφία σοφιστείας ἀλλότριον· ἡ μὲν γὰρ τὰ πιθανὰ ἐπὶ κατασκευῇ ψευδοῦς δόξης, ἥτις λυμαίνεται ψυχήν, ἐκπεπόνηκε, σοφία δὲ διὰ μελέτης τῶν ἀληθῶν τὸ μέγα διανοίας ὄφελος, ἐπιστήμην ὀρθοῦ λόγου, πεπόρισται.

---

Philo Judaeus, De Cherubim, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg003.local001/.
