# De ebrietate ii 5

Philo Judaeus, De ebrietate ii, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-ebrietate-ii/5

Vat. f. 210r Φίλωνος ἐκ τοῦ περὶ μέθης αʹ. Τίς οὐκ οἶδεν ὅτι κριθαῖς μὲν ἔθνη τρέφεται μεγάλα καθάπερ τὰ πολλὰ τῶν Λιβύην νεμομένων, ὀλύραις δὲ ἕτερα, καὶ τὸ πολυανθρωπότατον Ἰνδῶν ὀρύζῃ; οἳ καὶ κατακερτομοῦσι τῶν σίτῳ χρωμένων ὡς ῥυπῶσαν καὶ δουλοπρεπῆ τροφὴν ἀντὶ λευκοῦ πυροῦ τῆς ἐλευθέροις ἁρμοττούσης προσφερομένων. τίς δὲ οὐκ οἶδεν ὅτι ἐλαιουργεῖται μὲν σήσαμα, ἐλαιουργεῖται δὲ καὶ κνῆκος; καὶ πολλὰ τῶν ἄλλων ἥκιστα ἄν τις προσεδόκησεν. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ φασὶ ταῖς πρὸς Αἰθιοπίαν Θήβαις ἐκ ῥαφανίδων οὐκ ὀλίγον ἀποστάζειν καὶ πάλιν ἐκ τοῦ λεγομένου συνίστασθαι κρότωνος. ὁ δὲ κρότων ἔστι μὲν σπέρμα ζῳῶδες καὶ σχῆμα καὶ μέγεθος καὶ τὰ ἄλλα ἔοικεν, ἀφ' οὗ καὶ τῆς ἐπωνυμίας ἔτυχεν· ὃ μάλιστα τοῖς κυσὶν ἐγγίνεται καθάπερ φθεῖρες ἀνθρώποις. καὶ ταῦτα πάντα τῆς πάντα θαυματουργούσης ἐν ἑκάστοις ἑκάστοτε θείας σοφίας ἔργα, ἡμῖν μὲν ξένα καὶ παράδοξα φαινόμενα, αὐτῇ δὲ ῥᾴδια καὶ δυνατά.

---

Philo Judaeus Phil., De ebrietate ii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg036.local001/.
