# De ebrietate ii 6

Philo Judaeus, De ebrietate ii, Fragment 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-ebrietate-ii/6

Vat. f. 236v Φίλωνος ἐκ τοῦ περὶ μέθης· Πῶς οὐκ ἔστιν ἀτοπώτατον γεωπόνους μέν, ὁπόταν πυροὺς ἢ κριθὰς μέλλωσιν εἰς τὰς ἀρούρας καταβαλέσθαι, νήφοντας ἐπὶ τὸν σπόρον χωρεῖν προεξητακότας καιρῶν ἰδιότητας, χώρας ἐπιτηδειότητα, κατάστασιν ἀέρων, πνευμάτων διαφοράς, αὐξήσεις τε καὶ μειώσεις σελήνης—ἅπαντα γὰρ διερευνᾶν ἔθος οἷς τοῦ τελεσφορηθῆναι τὸν καρπὸν φροντὶς εἰσέρχεται—, τοὺς δὲ τὸ κάλλιστον οὐ φυτὸν μόνον, ἀλλὰ καὶ ζῷον, ἄνθρωπον σπείρειν ἀξιοῦντας ὀλιγωρίᾳ καὶ ῥᾳθυμίᾳ καὶ μέθῃ κακίας συνεργάταις χρῆσθαι; οὓς ἐχρῆν ἐπὶ τὸν τοῦ θειοτάτου σπόρον ἰόντας Τριπτολέμου δίκην, εἰ καὶ μὴ τοῖς σώμασιν, ἀλλὰ ταῖς διανοίαις μετεωρίσαντας αὑτοὺς ἀλογῆσαι μὲν ἡδονῶν, ἁγνεῦσαι δὲ τῶν περιγείων ἁπάντων, ἵνα τῷ ὄντι λογικῆς φύσεως ἐπάξιον τελεσθῇ τὸ δημιούργημα, ἐπειδὴ κακῶν δημιουργῶν ὑπαίτια ἐξ ἀνάγκης τὰ ἔργα.

---

Philo Judaeus Phil., De ebrietate ii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg036.local001/.
