# De gigantibus 64

Philo Judaeus, De gigantibus, Section 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-gigantibus/64

εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ. καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος,

---

Philo Judaeus, De gigantibus, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg007.local001/.
