# De opificio mundi 158

Philo Judaeus, De opificio mundi, Section 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-opificio-mundi/158

οὐδενὸς δὲ τῶν λεχθέντων ὁ φιλήδονος ἀμοιρεῖ· μόλις τε γὰρ τὴν κεφαλὴν ἐπαίρει βαρυνόμενος καὶ καθελκόμενος, ἐκτραχηλιζούσης καὶ ὑποσκελιζούσης τῆς ἀκρασίας· σιτεῖταί τε οὐκ οὐράνιον τροφήν, ἣν ὀρέγει τοῖς φιλοθεάμοσι διὰ λόγων καὶ δογμάτων σοφία, τὴν δ’ ἀναδιδομένην ἐκ γῆς κατὰ τὰς ἐτησίους ὥρας, ἐξ ἧς οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαιμαργίαι, αἳ τὰς γαστρὸς ἐπιθυμίας προσαναρρηγνῦσαι καὶ ἀναρριπίζουσαι [καὶ ἀνδραποδίζουσαι] πρὸς γαστριμαργίαν συναύξουσι καὶ ἀναρρηγνύουσι καὶ τοὺς ὑπογαστρίους οἴστρους· σιτοπόνων τε γὰρ καὶ ὀψαρτυτῶν κάματον ἐπιλιχνεύει καὶ τῆς ἀπὸ τῶν ἡδυσμάτων κνίσσης ἐν κύκλῳ τὴν κεφαλὴν περιάγων μεταλαμβάνειν [τῆς εἰδεχθείας] ὀρέγεται, καὶ ὁπότε πολυτελῆ τράπεζαν θεάσαιτο, καταβαλὼν αὑτὸν ὅλον ἐπὶ τὰ εὐτρεπισθέντα ἐκχεῖται, πάντων ἀθρόων σπουδάζων ἐμφορεῖσθαι, τέλος οὐ κόρον ἀλλὰ τὸ μηδὲν ὑπολείπεσθαι τῶν εὐτρεπισθέντων ποιούμενος.

---

Philo Judaeus, De opificio mundi, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg001.local001/.
