# De opificio mundi 54

Philo Judaeus, De opificio mundi, Section 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-opificio-mundi/54

ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων, τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν· ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο, τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον.

---

Philo Judaeus, De opificio mundi, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg001.local001/.
