# De opificio mundi 79

Philo Judaeus, De opificio mundi, Section 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-opificio-mundi/79

ἥδε μὲν αἰτία πρώτη, δι’ ἣν ἄνθρωπος ἐφ’ ἅπασι γεγενῆσθαι δοκεῖ· δευτέραν δ’ οὐκ ἀπὸ σκοποῦ λεκτέον. ἅμα τῇ πρώτῃ γενέσει τὰς εἰς τὸ ζῆν παρασκευὰς ἁπάσας εὗρεν ἄνθρωπος, εἰς διδασκαλίαν τῶν ἔπειτα, μόνον οὐκ ἄντικρυς βοώσης τῆς φύσεως, ὅτι μιμούμενοι τὸν ἀρχηγέτην τοῦ γένους ἀπόνως καὶ ἀταλαιπώρως ἐν ἀφθονωτάτῃ τῶν ἀναγκαίων εὐπορίᾳ διάξουσιν. τουτὶ δὲ συμβήσεται, ἐὰν μήτε αἱ ἄλογοι ἡδοναὶ ψυχῆς δυναστεύσωσι γαστριμαργίαν καὶ λαγνείαν ἐπιτειχίσασαι μήτε αἱ δόξης ἢ χρημάτων ἢ ἀρχῆς ἐπιθυμίαι τὸ τοῦ βίου κράτος ἀνάψωνται μήτε στείλωσι καὶ κάμψωσι διάνοιαν αἱ λῦπαι μήθ’ ὁ κακὸς σύμβουλος φόβος τὰς ἐπὶ τὰ σπουδαῖα τῶν ἔργων ὁρμὰς ἀναχαιτίσῃ μήτ’ ἀφροσύνη καὶ δειλία καὶ ἀδικία καὶ τὸ τῶν ἄλλων κακιῶν ἀμήχανον πλῆθος ἐπιθῆται.

---

Philo Judaeus, De opificio mundi, ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg001.local001/.
