# De Posteritate Caini 116

Philo Judaeus, De Posteritate Caini, Section 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-posteritate-caini/116

εἶτά φησιν ὅτι „οὗτος ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου“ (Gen. 4,22). τοῦ γὰρ σεσοβημένου περὶ τὰς ἢ σωματικὰς ἡδονὰς [ἢ τὰς ἡδονὰς] ἢ τὰς ἐκτὸς ὕλας ἡ ψυχὴ καθάπερ ἐπ’ ἄκμονος σφυρηλατεῖται κατὰ τὰς τῶν ἐπιθυμιῶν μακρὰς καὶ διωλυγίους ἐκτάσεις ἐλαυνομένη. τοὺς μέν γε φιλοσωμάτους ἴδοις ἂν ἀεὶ καὶ πανταχοῦ λίνα καὶ πάγας πρὸς τῶν ὧν ὀρέγονται θήραν τιθέντας, τοὺς δ’ αὖ φιλαργύρους καὶ φιλοδόξους τὸν περὶ ταῦτα οἶστρον καὶ ἵμερον ἐπὶ τὰ πέρατα γῆς καὶ θαλάττης ἀποστέλλοντας καὶ ὥσπερ δικτύοις ταῖς ἀορίστοις αὑτῶν ὀρέξεσιν ἐπισπωμένους τὰ πανταχόθεν, μέχρις ἂν ὑπὸ βίας ἡ σφοδρὰ τάσις ῥῆξιν λαβοῦσα καὶ τοὺς ἕλκοντας ἀντεπισπωμένη πρηνεῖς καταβάλλῃ.

---

Philo Judaeus, De Posteritate Caini, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg006.local001/.
