# De Posteritate Caini 161

Philo Judaeus, De Posteritate Caini, Section 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-posteritate-caini/161

τίς γὰρ ἂν ἀθλητὴς πρὸς ταύρου δύναμιν ἢ ἐλέφαντος ἀλκὴν ἐξισωθείη; τίς δ’ ἂν δρομεὺς πρὸς σκύλακος ἢ λαγωδαρίου ποδώκειαν; ὁ μὲν γὰρ ἀνθρώπων ὀξυδερκέστατος πρὸς ἱεράκων ἢ ἀετῶν ὄψιν ἀμβλυωπέστατος. ἀκοαῖς γε μὴν ἢ ὀσμαῖς πολλῷ τῷ περιόντι τὰ ἄλογα κεκράτηκεν, ὡς καὶ ὄνος μέν, τὸ δοκοῦν ἐν ζῴοις εἶναι νωθέστατον, κωφὴν ἂν ἀποδείξαι τὴν ἡμετέραν ἀκοὴν ἐλθὼν εἰς ἐπίκρισιν, κύων δὲ περιττὸν ἐν ἀνθρώπῳ μυκτῆρας μέρος δι’ ὑπερβολὴν τοῦ περὶ τὰς ὀσμὰς τάχους· ἐξικνοῦνται γὰρ ἐπὶ μήκιστον, ὡς ὀφθαλμῶν ἁμιλλᾶσθαι φορᾷ.

---

Philo Judaeus, De Posteritate Caini, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg006.local001/.
