# De Posteritate Caini 32

Philo Judaeus, De Posteritate Caini, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-posteritate-caini/32

Δεδηλωκότες οὖν ἑκάτερον, ἠρεμίαν τε ἀστείου καὶ ἄφρονος σάλον, τὸ ἑπόμενον τῷ λόγῳ συνεπισκεψώμεθα. φησὶ γὰρ Ναίδ, τὸν κλόνον, εἰς ὃν ἡ ψυχὴ μετῳκίσατο, ἀπέναντι Ἐδέμ. συμβολικῶς δέ ἐστιν Ἐδὲμ ὀρθὸς καὶ θεῖος λόγος, παρὸ καὶ ἑρμηνείαν ἔχει „τρυφήν“, ὅτι ἐνευφραίνεται καὶ ἐντρυφᾷ πρὸ τῶν ἄλλων ἀμιγέσι καὶ ἀκράτοις, ἔτι δὲ ἀρτίοις καὶ πλήρεσι κεχρημένος ἀγαθοῖς ὕοντος τοῦ πλουτοδότου θεοῦ τὰς παρθένους καὶ ἀθανάτους χάριτας αὑτοῦ. φύσει δὲ μάχεται ἀγαθῷ κακόν, ἄδικον δικαίῳ, φρόνιμον ἄφρονι καὶ πάνθ’ ὅσα ἀρετῆς πρὸς τὰ κακίας εἴδη. τοιοῦτόν ἐστι τὸ Ναὶδ ἀντικρὺς [καὶ] εἶναι Ἐδέμ.

---

Philo Judaeus, De Posteritate Caini, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg006.local001/.
