Ancient Greek · ~1 min
Περὶ εὐχῶν καὶ εὐλογιῶν.
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus Περὶ εὐχῶν καὶ εὐλογιῶν.
Not analysed yet
***μαρτυρία δὲ σαφὴς ἐν τοῖς ἱεροῖς ἀνάκειται γράμμασι. λέγε τὰς εὐχὰς πρότερον, ἃς „εὐλογίας“ εἴωθεν ὀνομάζειν. ἐάν, φησί, τὰς θείας ἐντολὰς φυλάττητε καταπειθεῖς γινόμενοι τοῖς προστάγμασι καὶ τὰ διαγορευόμενα μὴ μέχρις ἀκοῆς καταδέχησθε, ἀλλὰ διὰ τῶν τοῦ βίου πράξεων ἐπιτελῆτε, πρώτην δωρεὰν ἕξετε νίκην κατ’ ἐχθρῶν.