# De sobrietate 36

Philo Judaeus, De sobrietate, Section 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-sobrietate/36

ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται, ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ — δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων ποιεῖν τῷ μουσικῷ. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν;

---

Philo Judaeus, De sobrietate, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg012.local001/.
