Ancient Greek · ~3 min
1.104 to 1.106
Philo Judaeus, De somniis (lib. i‑ii) 1.104-106
Not analysed yet
δεύτερον δὲ καὶ αἰσχύνης καὶ ὀνειδῶν ἀναγκαιότατον περίβλημα —δεινὸς γὰρ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων λόγος —,τρίτον δὲ πρὸς ὅλου τοῦ βίου κόσμον· ὁ γὰρ βελτιῶν ἕκαστον καὶ πάντα ἄγων ἐπὶ τὸ κρεῖττον οὗτός ἐστιν. ἀλλὰ γάρ εἰσι λῶβαί τινες καὶ κῆρες ἀνθρώπων, οἳ καὶ τὸν λόγον ἐνεχυράζουσιν ἀφαιρούμενοι τοὺς ἔχοντας καί, συναυξῆσαι δέον, ὅλον ὑποτέμνονται, καθάπερ οἱ τὰ τῶν πολεμίων δῃοῦντες χωρία καὶ τόν τε σῖτον καὶ τὸν ἄλλον καρπὸν φθείρειν ἐπιχειροῦντες, ὃς ἀφεθεὶς μεγάλη τοῖς χρησαμένοις ἂν ὄνησις ἦν. πόλεμος οὖν ἐστιν ἐνίοις ἄσπονδος καὶ ἀκήρυκτος πρὸς τὴν λογικὴν φύσιν, οἵτινες τὰς βλάστας αὐτῆς ἀποκείρουσιν ἐν χρῷ καὶ τὰς πρώτας ἐπιφύσεις ἐκθλίβουσιν, ἄγονον καὶ στεῖραν, ὡς ἔπος εἰπεῖν, καλῶν ἐπιτηδευμάτων ἀπεργαζόμενοι.