Ancient Greek · ~3 min
1.113 to 1.114
Philo Judaeus, De somniis (lib. i‑ii) 1.113-114
Not analysed yet
παραμένοντος γὰρ ἐν ψυχῇ τοῦ θεοειδεστάτου καὶ ἀσωμάτου φωτὸς ἀποδώσομεν τὸν ἐνεχυρασθέντα λόγον, ὡς ἱμάτιον, ἵν’ ἐγγένηται τῷ λαβόντι τὸ ἴδιον ἀνθρώπου κτῆμα τήν τε αἰσχύνην τοῦ βίου περιστεῖλαι καὶ τῆς θείας ἀπόνασθαι δωρεᾶς καὶ μετ’ ἠρεμίας ἀναπαύσασθαι παρουσίᾳ τοιούτου συμβούλου καὶ προασπιστοῦ τάξιν ἣν ἐτάχθη μηδέποτε λείψοντος. ἕως οὖν ἔτι σοι τὸ ἱερὸν φέγγος ὁ θεὸς ἀκτινοβολεῖ, σπούδασον ἐν ἡμέρᾳ τὸ ῥύσιον ἀποδοῦναι τῷ κυρίῳ· δύντος γάρ, ὡς πᾶσα Αἴγυπτος (Exod. 10, 21), ψηλαφητὸν ἕξεις σκότος τὸν αἰῶνα καὶ πληχθεὶς ἀορασίᾳ καὶ ἀγνοίᾳ, ὧν ἐδόκεις ἐπικρατεῖν πάντων ἀφαιρεθήσῃ, πρὸς τοῦ βλέποντος Ἰσραήλ, ὃν ἐρρυσίαζες ἀδούλωτον ὄντα φύσει, δουλούμενος ἀνάγκῃ.