Ancient Greek · ~6 min
1.130 to 1.134
Philo Judaeus, De somniis (lib. i‑ii) 1.130-134
Not analysed yet
ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι "ἐνάρκησε τὸ πλάτος“ (Gen. 32,25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων θαυμασιώτατον ἀριστεῖον· εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ’ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη, ναρκήσειε δὲ καὶ σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ’ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει. τὸ γὰρ πρεσβείων ἐξίστασθαι γνώμῃ μᾶλλον ἢ ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον ὑπερβάλλει. Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ’ ἔχει, τρέπεσθαι δ’ ἐπ’ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν ἕκαστον. „ἐνυπνιάσθη“ φησί „καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς“ (Gen. 28, 12. 13). κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγεται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ’ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ’ οὐρανὸν κύκλων, πρώτην δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων, ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν.