Ancient Greek · ~3 min
1.185 to 1.187
Philo Judaeus, De somniis (lib. i‑ii) 1.185-187
Not analysed yet
διόπερ εὐθὺς ἀνέκραγεν· „οὐκ ἔστι τοῦτο“ (ibid.) ,ὃ ἐδόξασα, „ὅτι ἔστι κύριος ἔν τῳ τόπῳ“ (ibid. 16)· περιέχει γάρ, ἀλλ’ οὐ περιέχεται κατὰ τὸν ἀληθῆ λόγον. τοῦτο δὲ τὸ δεικνύμενον καὶ ὁρατόν, ὁ αἰσθητὸς οὑτοσὶ κόσμος, οὐδὲν ἄρα ἄλλο ἐστὶν ἢ οἶκος θεοῦ (ibid.) ,μιᾶς τῶν τοῦ ὄντος δυνάμεων, καθ’ ἣν ἀγαθὸς ἦν. τὸν δὲ κόσμον οἶκον ὠνόμασε καὶ πύλην τοῦ πρὸς ἀλήθειαν οὐρανοῦ (ibid. 17) προσεῖπε. τί δὲ τοῦτ’ ἐστί; τὸν ἐκ τῶν ἰδεῶν συσταθέντα, ἐν τῷ χειροτονηθέντι κατὰ τὰς θείας χορηγίας, κόσμον νοητὸν οὐκ ἔνεστιν ἄλλως καταλαβεῖν ὅτι μὴ κατὰ τὴν τοῦ αἰσθητοῦ καὶ ὁρωμένου τούτου μετάβασιν. οὐδὲ γὰρ ἄλλο τῶν ὄντων οὐδὲν ἀσώματον ἐννοῆσαι δυνατὸν ὅτι μὴ τὴν ἀρχὴν λαβόντας ἀπὸ σωμάτων· ἠρεμούντων μὲν γὰρ ἐνοήθη τόπος, χρόνος δὲ κινουμένων, σημεῖα δὲ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι καὶ συνόλως πέρατα ἀπὸ τῆς ἐξωτάτω περικειμένης οἷον ἀμπεχόνης.