Ancient Greek · ~3 min
1.193 to 1.194
Philo Judaeus, De somniis (lib. i‑ii) 1.193-194
Not analysed yet
ἐκτὸς ἐπῃωρημένα φορᾷ τύχης ἀεὶ σαλευούσης. ἐπειδὰν μέντοι πρὸς τὸ τῶν φίλων ἔλθῃ συνέδριον, οὐ πρότερον ἄρχεται λέγειν ἢ ἕκαστον αὐτῶν ἀνακαλέσαι καὶ ὀνομαστὶ προσειπεῖν, ἵνα τὰ ὦτα ἀνορθιάσαντες, ἡσυχίᾳ καὶ προσοχῇ χρώμενοι, τῶν θεσμῳδουμένων εἰς ἄληστον μνήμην ἀκούωσιν· ἐπεὶ καὶ ἑτέρωθι λέγεται· „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9). τοῦτον τὸν τρόπον ἐπὶ μὲν τοῦ βάτου Μωϋσῆς ἀνακαλεῖται —„ὡς γὰρ εἶδε“ φησίν „ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστιν; „(Exod. 3,4) —,Ἀβραὰμ δὲ ἐπὶ τῆς τοῦ ἀγαπητοῦ καὶ μόνου παιδὸς ὁλοκαυτώσεως, ἡνίκα τε ἱερουργεῖν ἤρχετο καὶ ὁπότε δοὺς ἀπόπειραν εὐσεβείας ἐξ ἀνθρώπων ἀφανίσαι τὸ αὐτομαθὲς γένος, ἐπίκλησιν Ἰσαάκ, ἐκωλύθη·