Ancient Greek · ~7 min
1.196 to 1.201
Philo Judaeus, De somniis (lib. i‑ii) 1.196-201
Not analysed yet
εἷς δὲ δὴ τοῦ φιλικοῦ θιάσου καὶ ὁ ἀσκητὴς ὢν εἰκότως προνομίας τῆς αὐτῆς ἀξιωθεὶς ἀνακαλεῖται· „εἶπε γάρ μοι„ φησίν „ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστιν„ (Gen. 31, 11) ; ἀνακληθεὶς δὲ προσοχῇ χρῆται, τὰ φανέντα σημεῖα πειρώμενος ἀκριβοῦν, ἔστι δὲ τὰ σημεῖα τῶν λόγων οἷα θρεμμάτων ὀχεῖαί τε καὶ γενέσεις· „ἀναβλέψας„ γάρ φησι „τοῖς ὀφθαλμοῖς εἶδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας„ (Gen. 31, 12). αἰπολίου μὲν δὴ τράγος, ποίμνης δὲ κριὸς ἡγεμών ἐστι· τὰ δὲ ζῷα ταῦτα δυεῖν λόγων σύμβολα τελείων, ὧν ὁ μὲν ἕτερος καθαίρει καὶ κενοῖ ψυχὴν ἁμαρτημάτων, ὁ δὲ ἕτερος τρέφει καὶ πλήρη κατορθωμάτων ἐργάζεται. τοιοῦτοι μὲν οἱ ἡγεμόνες ἐν ἡμῖν ἀγελάρχαι λόγοι· αἱ δὲ ἀγέλαι προβάτοις καὶ αἰξὶ φερωνύμως διατεθεῖσαι ᾄττουσι καὶ προβαίνουσι μετὰ σπουδῆς πρὸς δικαιοσύνην. ἀναβλέψας οὖν τὸ τέως μεμυκὸς ὄμμα τῆς διανοίας εἶδε τοὺς ἀναλογοῦντας τράγοις καὶ κριοῖς τελείους λόγους ἠκονημένους πρός τε μείωσιν ἀδικημάτων καὶ ὧν χρὴ πράττειν συναύξησιν, πῶς ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, τὰς ἔτι νέας καὶ ἁπαλὰς ψυχὰς ἄρτι ἡβώσας καὶ ἄνθει τῷ τῆς ἀκμῆς ὡραϊζομένας, ἀναβαίνουσιν οὐκ ἄλογον ἡδονὴν διώκοντες, ἀλλ’ ἀοράτῳ σπορᾷ φρονήσεως χρώμενοι δογμάτων. εὔπαις γὰρ ὁ γάμος οὗτος οὐ σώματα συμπλέκων, ἀλλ’ εὐφυέσι ψυχαῖς τελείας ἀρετὰς ἁρμοζόμενος. ἐπιβαίνετε οὖν οἱ σοφίας ὀρθοὶ λόγοι πάντες, ὀχεύετε, σπείρετε, καὶ ἣν ἂν ἴδητε ψυχὴν βαθεῖαν, εὔγειον, παρθένον, μὴ παρέλθητε, καλέσαντες δ’ εἰς τὴν ὁμιλίαν καὶ συνουσίαν ἑαυτῶν τελειώσατε καὶ ἐγκύμονα ἀπεργάσασθε· τέξεται γὰρ πάντα ἀστεῖα, γενεὰν ἄρρενα „διαλεύκων, ποικίλων, σποδοειδῶν ῥαντῶν“ (Gen. 31, 10). Ἣν δ’ ἔχει τῶν γεννημάτων τούτων ἕκαστον δύναμιν, ἐρευνητέον. διάλευκοι μὲν τοίνυν εἰσὶν οἱ τηλαυγέστατοι καὶ ἀριδηλότατοι, τοῦ „διὰ“ πολλάκις ἐπὶ τοῦ μεγάλου τιθεμένου, ἀφ’ οὗ διάδηλον καὶ διάσημον τὸ μεγάλως δῆλον καὶ μεγάλως ἐπίσημον ἔθος ὀνομάζειν ἐστί.