Ancient Greek · ~3 min
1.203 to 1.204
Philo Judaeus, De somniis (lib. i‑ii) 1.203-204
Not analysed yet
τὴν γὰρ ποικιλτικὴν τέχνην ἐνόμισαν μέν τινες οὕτως ἠμελημένον καὶ ἀφανὲς εἶναι πρᾶγμα, ὥστε ὑφάνταις αὐτὴν ἀνέθεσαν. ἐγὼ δ’ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τοὔνομα τέθηπα, καὶ μάλισθ’ ὅταν εἰς τὰ γῆς τμήματα καὶ τὰς ἐν οὐρανῷ σφαίρας καὶ ζῴων καὶ φυτῶν διαφορὰς καὶ τὸ παμποίκιλον ὕφασμα, τουτονὶ τὸν κόσμον, ἀπίδω. τὸν γὰρ τοῦ πλέγματος παντὸς τούτου δημιουργὸν εὑρετὴν τῆς ποικιλτικῆς ἐπινοεῖν εὐθὺς ἐπιστήμης ἀναγκάζομαι, καὶ σέβομαι μὲν τὸν εὑρόντα, τιμῶ δὲ τὴν εὑρεθεῖσαν, τὸ δ’ ἔργον καταπέπληγμαι, καίτοι μηδὲ πολλοστὸν μέρος αὐτοῦ δυνηθεὶς ἰδεῖν, ἀπὸ δὲ τοῦ φανέντος μοι μέρους, εἰ δὴ καὶ πέφηνεν, ἀκριβῶς τὸ ὅλον εἰκάζων ἀναλογίας ἐλπίδι.