Ancient Greek · ~7 min
1.206 to 1.213
Philo Judaeus, De somniis (lib. i‑ii) 1.206-213
Not analysed yet
καὶ τὸν τούτου τοῦ πλέγματος δημιουργὸν ὁ ἱερὸς λόγος Βεσελεὴλ ἐκάλεσεν (Exod. 31, 2 ss.) ,ὃς ἑρμηνευθείς ἐστιν ἐν σκιᾷ θεοῦ. τὰ γὰρ μιμήματα οὗτος, τὰ δὲ παραδείγματα ἀρχιτεκτονεῖ Μωυσῆς· διὰ τοῦθ’ ὁὁ μὲν οἷα σκιὰς ὑπεγράφετο, ὁὁ δ’ οὐ σκιάς, αὐτὰς δὲ τὰς ἀρχετύπους ἐδημιούργει φύσεις. εἰ δὴ καὶ τὰ ἅγια ποικιλτικῇ τέχνῃ κατεσκεύασται καὶ ὁ σοφὸς ποικιλτὴς μόνος ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς ἀνείρηται καὶ τὸ τοῦ θεοῦ καλὸν ποίκιλμα, ὅδε ὁ κόσμος, ἐπιστήμῃ πανσόφῳ τετελεσιούργηται, πῶς οὐκ ἄξιον ὡς ἐργαλεῖον τῆς ἐπιστήμης ἀποδέχεσθαι ποικιλτικήν; ἧς ἀφίδρυμα ἱερώτατον πᾶς ὁ σοφίας οἶκος ἀγαλματοφορήσει καὶ κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς, ἀφ’ ἧς ποικίλων λόγων ἰδέας ὁ ἀσκητὴς ἐκπονεῖ· μετὰ γὰρ τοὺς διαλεύκους εὐθὺς τοὺς ποικίλους εἶδε, παιδείας κόμματι χαραχθέντας. τρίτοι δ’ εἰσὶν οἱ σποδοειδεῖς ῥαντοί. καίτοι τίς οὐκ ἂν εὖ φρονῶν εἴποι τῷ γένει καὶ τούτους εἶναι ποικίλους; ἀλλὰ γὰρ οὐκ ἔστιν αὐτῷ περὶ θρεμμάτων διαφορᾶς ἡ τοσαύτη σπουδή, περὶ μέντοι τῆς πρὸς καλοκἀγαθίαν ἀγούσης ὁδοῦ. βούλεται γὰρ τὸν ἐπὶ ταύτην ἰόντα σποδῷ καὶ ὕδατι περιρραίνεσθαι, διότι γῆν καὶ ὕδωρ λόγος ἔχει φυραθέντα καὶ μορφωθέντα πρὸς τοῦ ἀνθρωποπλάστου εἰς τὸ ἡμέτερον ἀποκριθῆναι σῶμα, οὐ χειρόκμητον, ἀλλὰ φύσεως ἔργον ἀοράτου. σοφίας οὖν ἐστιν ἀρχὴ μὴ ἐπιλανθάνεσθαι ἑαυτοῦ, τὰ δ’ ἐξ ὧν συνεκρίθη πρὸ ὀφθαλμῶν ἀεὶ λαμβάνειν· οὕτως γὰρ μεγαλαυχίαν, τὸ κακῶν θεομισέστατον, ἐκνίψαιτ’ ἄν. τίς γὰρ εἰς νοῦν βαλλόμενος, ὅτι τέφρα καὶ ὕδωρ εἰσὶν αὐτῷ τῆς γενέσεως αἱ ἀρχαί, φυσηθεὶς ὑπ’ οἰήσεως μετέωρος ἀρθήσεται; διὰ τοῦτο καὶ τοὺς μέλλοντας ἱερουργεῖν περιρραίνεσθαι τοῖς λεχθεῖσιν ἐδικαίωσεν, οὐδένα θυσιῶν ἄξιον νομίσας, ὃς μὴ πρότερον ἑαυτὸν ἔγνωκε καὶ τὴν ἀνθρωπίνην οὐδένειαν κατείληφεν, ἐξ ὧν συνεκρίθη στοιχείων τὸ μηδενὸς ἄξιος εἶναι τεκμηράμενος. τὰ τρία ταῦτα σημεῖα, τὸ διάλευκον, τὸ ποικίλον, τὸ σποδοειδὲς ῥαντόν, περὶ μὲν τὸν ἀσκητὴν ἅτε μήπω τέλειον ἀτελῆ, περὶ δὲ τὸν τέλειον φαίνεται καὶ αὐτὰ τέλεια.