Ancient Greek · ~5 min
1.216 to 1.219
Philo Judaeus, De somniis (lib. i‑ii) 1.216-219
Not analysed yet
δύο μὲν οὖν ἤδη, τόν τε ῥαντὸν καὶ τὸν ποικίλον τύπον, ἔχων ἐπιδέδεικται· τὸν δὲ τρίτον καὶ τελειότατον, ὃς ὀνομάζεται διάλευκος, αὐτίκα σημανοῦμεν. ὅταν εἰς τὰ ἐσωτάτω τῶν ἁγίων ὁ αὐτὸς οὗτος ἀρχιερεὺς εἰσίῃ, τὴν μὲν ποικίλην ἐσθῆτα ἀπαμπίσχεται, λινῆν δὲ ἑτέραν, βύσσου τῆς καθαρωτάτης πεποιημένην, ἀναλαμβάνει (Lev. 16, 4). ἡ δ’ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας, αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα. διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶτον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, ἔπειτα ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος. ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου δὲ τοῦ μέσου καὶ ποικίλου.