Ancient Greek · ~8 min
1.221 to 1.228
Philo Judaeus, De somniis (lib. i‑ii) 1.221-228
Not analysed yet
διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολεμούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλόμενος καὶ τοξευόμενος. ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ’ ἐξημμένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου ἀνδρός. ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπιφυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν. τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀναψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ’ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ κατανοοῦντες; ἀποδυσάμενοι δὴ τὸν ἀνθηρὸν τοῦτον χιτῶνα τὸν ἱερὸν ἐνδυώμεθα ἀρετῶν ποικίλμασιν ἐνυφασμένον· οὕτως γὰρ καὶ τὰς ἐνέδρας ἀποδρασόμεθα, ἃς ἀτεχνία καὶ ἀνεπιστημοσύνη καὶ ἀπαιδευσία καθ’ ἡμῶν τιθέασιν, ὧν ὁ Λάβαν ἐστὶ θιασώτης. ἐπειδὴ γὰρ ἐκάθηρεν ἡμᾶς ὁ ἱερὸς λόγος τοῖς εἰς ἁγιστείαν εὐτρεπισθεῖσι περιρραντηρίοις καὶ τοῖς ἀπορρήτοις φιλοσοφίας ἀληθοῦς κατεποίκιλε λόγοις ἀγαγὼν εἰς τὸ δοκίμιον καὶ διασήμους καὶ ἐπιφανεῖς καὶ λαμπροὺς ἐποίησεν, αἰτιᾶται τὸ ἐπίβουλον ἦθος, πρὸς τὴν τῶν λεχθέντων ἀνηρεθισμένον λώβην. φησὶ γάρ· „ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ“ (Gen. 31, 12), τἀναντία δήπουθεν οἷς ἐδωρησάμην ἐγώ, τὸ δυσκάθαρτον καὶ τὸ ἀδόκιμον, τὸ πάντῃ σκοταῖον. ἀλλὰ γὰρ οὐ χρὴ κατεπτηχέναι τὸν ἐλπίδι θείας συμμαχίας ἐφορμοῦντα, ᾧ καὶ λέγεται· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13). πάγκαλόν γε αὔχημα ψυχῇ, τὸ ἀξιοῦν θεὸν ἐπιφαίνεσθαι καὶ ἐνομιλεῖν αὐτῇ. μὴ παρέλθῃς δὲ τὸ εἰρημένον, ἀλλὰ ἀκριβῶς ἐξέτασον, εἰ τῷ ὄντι δύο εἰσὶ θεοί· λέγεται γὰρ ὅτι „ἐγώ εἰμι ὁὁ θεὸς ὁὁ ὀφθείς σοι“, οὐκ ἐν τόπῳ ἐμῷ, ἀλλ’ „ἐν τόπῳ θεοῦ,“ ὡς ἂν ἑτέρου. τί οὖν χρὴ λέγειν;