Ancient Greek · ~5 min
1.23 to 1.26
Philo Judaeus, De somniis (lib. i‑ii) 1.23-26
Not analysed yet
σελήνη πότερον γνήσιον ἢ νόθον ἐπιφέρεται φέγγος ἡλιακαῖς ἐπιλαμπόμενον ἀκτῖσιν ἢ καθ’ αὑτὸ μὲν ἰδίᾳ τούτων οὐδέτερον, τὸ δ’ ἐξ ἀμφοῖν ὡς ἂν ἐξ οἰκείου καὶ ἀλλοτρίου πυρὸς κρᾶμα; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ἀρίστου τε καὶ τετάρτου τῶν ἐν κόσμῳ σώματος ὄντα, οὐρανοῦ, ἄδηλα καὶ ἀκατάληπτα, στοχασμοῖς καὶ εἰκασίαις, οὐ παγίῳ λόγῳ τῆς ἀληθείας, ἐφορμοῦντα· ὥστε κἂν ὀμόσαι τινὰ θαρρήσαντα, ὅτι θνητὸς οὐδεὶς πώποτε ἰσχύσει τούτων ἐναργῶς καταλαβεῖν οὐδέν. ὅρκος διὰ τοῦτ’ ὠνομάσθη τὸ τέταρτον καὶ ξηρὸν φρέαρ, ἡ τοῦ τετάρτου τῶν ἐν τῷ κόσμῳ ζήτησις ἀτελεύτητος καὶ πάντῃ δυσεύρετος, οὐρανοῦ. ἴδωμεν δέ, ὃν τρόπον καὶ τὸ ἐν ἡμῖν αὐτοῖς τέταρτον διαφερόντως καὶ κατ’ ἐξαίρετον λόγον ἀκατάληπτον εἶναι πέφυκεν. οὐκοῦν τέτταρα τὰ ἀνωτάτω τῶν περὶ ἡμᾶς ἐστι, σῶμα, αἴσθησις, λόγος, νοῦς· τούτων μὲν δὴ τὰ τρία οὐ κατὰ πάσας ἄδηλα τὰς ἰδέας ἐστίν, ἀλλ’ ἔχει τινὰ δείγματα ἐν ἑαυτοῖς τοῦ καταλαμβάνεσθαι. τί δ’ ἔσθ’ ὅ φημι; ὅτι τὸ σῶμα καὶ τριχῇ διαστατὸν καὶ ἑξαχῇ κινητόν, ἴσμεν, διαστάσεις μὲν τρεῖς ἔχον, μῆκος, βάθος, πλάτος, κινήσεις δὲ τὰς διπλασίας ἕξ, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπὶ εὐώνυμα, τὴν πρόσω, τὴν εἰς τὸ κατόπιν· ἀλλὰ καὶ ὅτι ψυχῆς ἐστιν ἀγγεῖον, οὐκ ἀγνοοῦμεν· ἀλλὰ καὶ ὅτι ἡβᾷ, φθίνει, γηράσκει, τελευτᾷ, διαλύεται,