Ancient Greek · ~8 min
1.30 to 1.35
Philo Judaeus, De somniis (lib. i‑ii) 1.30-35
Not analysed yet
ἆρ’ οὖν καὶ τὸ τέταρτον τῶν ἐν ἡμῖν αὐτοῖς, ὁ ἡγεμὼν νοῦς, καταληπτός ἐστιν; οὐ δήπου. τί γὰρ αὐτὸν οἰόμεθα κατὰ τὴν οὐσίαν εἶναι; πνεῦμα ἢ αἷμα ἢ σῶμα συνόλως —ἀλλ’ οὐ σῶμα, ἀσώματον δὲ λεκτέον —ἢ πέρας ἢ εἶδος ἢ ἀριθμὸν ἢ ἐνδελέχειαν ἢ ἁρμονίαν ἢ τί τῶν ὄντων; γεννώμενον δ’ εὐθὺς ἢ ἔξωθεν εἰσκρίνεται ἢ ὑπὸ τοῦ περιέχοντος ἀέρος ἡ ἔνθερμος ἐν ἡμῖν φύσις οἷα σίδηρος ἐν χαλκέως πεπυρωμένος ὕδατι ψυχρῷ πρὸς τὸ κραταιότατον στομοῦται; διότι καὶ παρὰ τὴν ψῦξιν ὠνομάσθαι ψυχὴ δοκεῖ. τί δέ; τελευτώντων σβέννυται καὶ συμφθείρεται τοῖς σώμασιν ἢ πλεῖστον ἐπιβιοῖ χρόνον ἢ κατὰ τὸ παντελὲς ἄφθαρτόν ἐστι; ποῦ δ’ ἐμπεφώλευκεν ὁ νοῦς αὐτῷ; ἆρα οἶκον κεκλήρωται; οἱ μὲν γὰρ τὴν ἀκρόπολιν ἐν ἡμῖν ἀνιέρωσαν αὐτῷ κεφαλήν, περὶ ἣν καὶ αἱ αἰσθήσεις λοχῶσιν, εἰκὸς εἶναι νομίσαντες ἐγγὺς οἷα μεγάλου βασιλέως ἐφεδρεύειν τοὺς δορυφόρους· οἱ δ’ ὑπὸ καρδίας αὐτὸν ἀγαλματοφορεῖσθαι διανοηθέντες γνωσιμαχοῦσιν. ἀεὶ δὴ τὸ τέταρτον ἀκατάληπτον, οὐρανὸς μὲν ἐν κόσμῳ παρὰ τὴν ἀέρος καὶ γῆς καὶ ὕδατος φύσιν, νοῦς δὲ ἐν ἀνθρώπῳ παρὰ σῶμα καὶ αἴσθησιν καὶ τὸν ἑρμηνέα λόγον. μήποτε μέντοι καὶ τὸ τέταρτον ἔτος „ἅγιον καὶ αἰνετὸν“ ταύτης ἕνεκα τῆς αἰτίας ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται (Lev. 19,24)· τὸ γὰρ ἐν τοῖς γεγονόσιν ἅγιον οὐρανὸς μέν ἐστιν ἐν κόσμῳ, καθ’ ὃν αἱ ἄφθαρτοι καὶ μακραίωνες φύσεις περιπολοῦσιν, ἐν ἀνθρώπῳ δὲ νοῦς, ἀπόσπασμα θεῖον ὤν, καὶ μάλιστα κατὰ Μωυσέα λέγοντα· „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). καὶ ἑκάτερον δὲ αἰνετὸν οὐκ ἀπὸ σκοποῦ μοι δοκεῖ προσειρῆσθαι· τὰ γὰρ δυνάμενα τοὺς ἐπαίνους καὶ ὕμνους καὶ εὐδαιμονισμοὺς ἐκτραγῳδεῖν τοῦ γεννήσαντος πατρὸς ταῦτ’ ἐστίν, οὐρανός τε καὶ νοῦς. ἄνθρωπος μὲν γὰρ ἐξαιρέτου παρὰ τὰ ἄλλα ζῷα γέρως ἔλαχε, θεραπεύειν τὸ ὄν, ὁ δὲ οὐρανὸς ἀεὶ μελῳδεῖ, κατὰ τὰς κινήσεις τῶν ἐν ἑαυτῷ τὴν πάμμουσον ἁρμονίαν ἀποτελῶν·