Ancient Greek · ~5 min
1.38 to 1.41
Philo Judaeus, De somniis (lib. i‑ii) 1.38-41
Not analysed yet
διαφέρει δ’ οὐδὲν τὸ λέγειν "ἵστασθαι τίκτουσαν” (Gen. 29, 35) τοῦ μὴ εὑρίσκειν ἐν τῷ τετάρτῳ φρέατι τοὺς παῖδας Ἰσαὰκ ὕδωρ (Gen. 26,32), ἐπειδήπερ ἐξ ἑκατέρου τῶν συμβόλων ἐμφαίνεται τὸ πάντα διψῆν θεοῦ, παρ’ ὃν αἱ γενέσεις καὶ τροφαὶ τοῖς γεγονόσιν ἄρδονται. μικροπολῖται μὲν οὖν τινες ἴσως ὑπολήψονται περὶ φρεάτων διορυχῆς τὸν τοσοῦτον εἶναι λόγον τῷ νομοθέτῃ, οἱ δὲ δὴ μείζονι ἐγγραφέντες πατρίδι, τῷδε τῷ κόσμῳ, τελειοτέρων φρονημάτων ὄντες, εἴσονται σαφῶς, ὅτι περὶ τεττάρων ἐστίν, οὐ φρεάτων, ἀλλὰ τῶν τοῦ παντὸς μερῶν ἡ ζήτησις τοῖς ὁρατικοῖς καὶ φιλοθεάμοσι, γῆς, ὕδατος, ἀέρος, οὐρανοῦ. ὧν ἕκαστον ἐπινοίαις εἰς ἄκρον πεποιημέναις διεξελθόντες ἐν μὲν τοῖς τρισὶν εὗρόν τινα καταληπτά —διὸ καὶ τρία ὀνόματα ἐπεφήμισαν τοῖς εὑρεθεῖσιν, ἀδικίαν, ἔχθραν, εὐρυχωρίαν (Gen. 26, 20. 21. 22) —,ἐν δὲ τῷ τετάρτῳ τὸ παράπαν οὐδέν, οὐρανῷ, καθάπερ ὀλίγῳ πρότερον ἐδηλώσαμεν· τὸ γὰρ τέταρτον φρέαρ ἄνυδρον καὶ ξηρὸν εὑρίσκεται καὶ ὅρκος διὰ τὴν εἰρημένην αἰτίαν προσαγορεύεται. Τὰ δὲ ἑπόμενα ζητήσωμεν ἐρευνῶντες, τίς ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπὸ τοῦ φρέατος ἐξελθὼν εἰς αὐτὴν ἔρχεται (Gen. 28,10). ἔστι τοίνυν, ὡς ἔμοιγε φαίνεται, Χαρρὰν μητρόπολίς τις αἰσθήσεων. ἑρμηνεύεται γὰρ τοτὲ μὲν ὀρυκτή, τοτὲ δὲ τρῶγλαι, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἑνὸς δηλουμένου πράγματος.