Ancient Greek · ~2 min
1.43 to 1.44
Philo Judaeus, De somniis (lib. i‑ii) 1.43-44
Not analysed yet
κινεῖται γὰρ ἡμῶν ἡ ψυχὴ πολλάκις μὲν ἐφ’ ἑαυτῆς, ὅλον τὸν σωματικὸν ὄγκον ἐκδῦσα καὶ τὸν τῶν αἰσθήσεων ὄχλον ἀποδρᾶσα, πολλάκις δὲ καὶ ταῦτα ἐπαμπισχομένη. τὴν μὲν οὖν γυμνὴν κίνησιν αὐτῆς τὰ νοήσει μόνῃ καταληπτὰ ἔλαχε, τὴν δὲ μετὰ σώματος τὰ αἰσθητά. εἴ τις οὖν ὁμιλεῖν εἰσάπαν ἀδυνατεῖ διανοίᾳ μόνῃ, δευτέραν καταφυγὴν αἴσθησιν εὑρίσκεται, καὶ ὅστις ἂν σφαλῇ τῶν νοητῶν, αὐτίκα πρὸς τὰ αἰσθητὰ κατασύρεται· δεύτερος γὰρ ἀεὶ πλοῦς ὁ πρὸς αἴσθησιν τοῖς μὴ δυνηθεῖσι πρὸς τὸν ἡγεμόνα νοῦν εὐπλοῆσαι.