Ancient Greek · ~2 min
1.47 to 1.48
Philo Judaeus, De somniis (lib. i‑ii) 1.47-48
Not analysed yet
παρό μοι δοκεῖ καὶ ὁ πάππος αὐτοῦ τῆς ἐπιστήμης, Ἀβραὰμ ὄνομα, μὴ πολὺν χρόνον ὑπομεῖναι τῇ Χαρρὰν ἐνδιατρῖψαι. λέγεται γὰρ ὅτι „Ἀβραὰμ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4), καίτοι τοῦ πατρὸς αὐτοῦ Θάρρα, ὃς ἑρμηνεύεται κατασκοπὴ ὀσμῆς, μέχρι τελευτῆς ἐν αὐτῇ βιώσαντος. ῥητῶς γοῦν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται, ὅτι „ἀπέθανε Θάρρα ἐν Χαρράν“ (Gen. 11,32)· κατάσκοπος γὰρ ἦν ἀρετῆς, οὐ πολίτης, καὶ ὀσμαῖς ἀλλ’ οὐ τροφῶν ἀπολαύσεσιν ἐχρῆτο, μήπω ἱκανὸς ὢν ἐμπίπλασθαι φρονήσεως, ἀλλὰ μηδὲ γεύεσθαι, τοῦτο δ’ αὐτὸ μόνον ὀσφραίνεσθαι.