Ancient Greek · ~3 min
1.50 to 1.52
Philo Judaeus, De somniis (lib. i‑ii) 1.50-52
Not analysed yet
μακάριοι μὲν οὖν οἷς ἐξεγένετο τῶν σοφίας φίλτρων ἀπόνασθαι καὶ τῶν θεωρημάτων καὶ δογμάτων αὐτῆς ἑστιαθῆναι καὶ ἐνευφρανθεῖσιν ἔτι διψῆν, ἄπληστον καὶ ἀκόρεστον ἐπιφερομένοις ἵμερον ἐπιστήμης. δεύτερα δ’ οἴσονται, οἷς ἀπολαῦσαι μὲν οὐκ ἐξεγένετο τῆς ἱερᾶς τραπέζης, κνισσοῦν δὲ τὰς ἑαυτῶν ψυχάς· αὔραις γὰρ ἀρετῆς οὗτοι ζωπυρηθήσονται, καθάπερ τῶν καμνόντων οἱ παρειμένοι διὰ τὸ μὴ δύνασθαι τροφῇ χρῆσθαι τὰς εἰς ἀνάληψιν προσφέρονται ὀσμάς, ἃς ἰατρῶν παῖδες λιποθυμίας ἄκη σωτήρια προευτρεπίζονται. καταλιπὼν μέντοι τὴν Χαλδαίαν γῆν εἰς Χαρρὰν λέγεται μετανίστασθαι Θάρρα, τόν τε υἱὸν Ἀβραὰμ καὶ τοὺς ὁμογνίους τῆς οἰκίας ἐπαγόμενος, οὐχ ἵν’ ὡς παρὰ συγγραφέως ἱστορικοῦ μάθωμεν, ὅτι μετανάσται τινὲς ἐγένοντο, τὴν μὲν πατρῴαν γῆν καταλιπόντες, τὴν δὲ ξένην ὡς πατρίδα οἰκήσαντες, ἀλλ’ ὑπὲρ τοῦ μάθημα βιωφελέστατον καὶ ἁρμόττον ἀνθρώπῳ μὴ ἀμεληθῆναι. τί δὲ τοῦτό ἐστι;